Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.190.2 | Hdt. 1.191.5 (English) | >>Hdt. 1.192.1 |
1.191.3 ἀπικόμενος δὲ ἐπὶ τὴν λίμνην , τά περ ἡ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην , ἐποίεε καὶ ὁ Κῦρος ἕτερα τοιαῦτα · τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος , τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε , ὑπονοστήσαντος τοῦ ποταμοῦ .
1.191.4 γενομένου δὲ τούτου τοιούτου , οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπʼ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ , κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα .
1.191.5 εἰ μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον , οἱ δʼ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα · κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας , ἔλαβον ἂν σφέας ὡς ἐν κύρτῃ .
1.191.6 νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι . ὑπὸ δὲ μεγάθεος τῆς πόλιος , ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων , τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας , ἀλλὰ τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν , χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι , ἐς ὃ δὴ καὶ τὸ κάρτα ἐπύθοντο .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.190.2 | Hdt. 1.191.5 (English) | >>Hdt. 1.192.1 |